versione greco Strabone
Τοῦ μὲν οὖν Μισηνοῦ πρόκειται νῆσος ἡ Προχύτη͵ Πιθηκουσσῶν δ΄ ἔστιν ἀπόσπασμα. Πιθηκούσσας δ΄ Ἐρετριεῖς ὤικισαν καὶ Χαλκιδεῖς͵ εὐτυχήσαντες δὲ δι΄ εὐκαρπίαν καὶ διὰ τὰ χρυσεῖα ἐξέλιπον τὴν νῆσον κατὰ στάσιν͵ ὕστερον δὲ καὶ ὑπὸ σεισμῶν ἐξελαθέντες καὶ ἀναφυσημάτων πυρὸς καὶ θαλάττης καὶ θερμῶν ὑδάτων· ἔχει γὰρ τοιαύτας ἀποφορὰς ἡ νῆσος͵ ὑφ΄ ὧν καὶ οἱ πεμφθέντες παρὰ Ἱέρωνος τοῦ τυράννου τῶν Συρακοσίων ἐξέλιπον τὸ κατασκευασθὲν ὑφ΄ ἑαυτῶν τεῖχος καὶ τὴν νῆσον· ἐπελθόντες δὲ Νεαπολῖται κατέσχον. ἐντεῦθεν καὶ ὁ μῦθος ὅτι φασὶ τὸν Τυφῶνα ὑποκεῖσθαι τῆι νήσωι ταύτηι͵ στρεφομένου δὲ τὰς φλόγας ἀναφυσᾶσθαι καὶ τὰ ὕδατα͵ ἔστι δ΄ ὅτε καὶ νησῖδας ἐχούσας ζέον ὕδωρ.
Testo per la ricerca facilitata senza accenti: "Του μεν Μισηνου προκειται νησος η Προχυτη, Πιθηκουσσων δ'εστιν αποπασμα Πιθηκουσσας δ'Ερετριεις ωκισαν και Χαλκιδεις ... εστι δ'οτε και νησιδας εχουσας ζεον υδωρ. "